Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 22
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 22.7
Not analysed yet
τούτοις ἑξῆς ἐπιφέρει λέγων “οἱ γοῦν πλεῖστοι τῶν ἀδελφῶν “ἡμῶν δι᾿ ὑπερβάλλουσαν ἀγάπην καὶ φιλαδελφίαν “ἀφειδοῦντες ἑαυτῶν καὶ ἀλλήλων ἐχόμενοι, ἐπισκο- “ποῦντες ἀφυλάκτως τοὺς νοσοῦντας, λιπαρῶς ὑπη- “ρετούμενοι, θεραπεύοντες ἐν Χριστῷ, συναπηλλάτ- “τοντο ἐκείνοις ἀσμενέστατα, τοῦ παρ᾿ ἑτέρων ἀνα- “πιμπλάμενοι πάθους, καὶ τὴν νόσον ἐφ᾿ ἑαυτοὺς “ἕλκοντες ἀπὸ τῶν πλησίον, καὶ ἑκόντες ἀναμασσό- “μενοι τὰς ἀλγηδόνας. καὶ πολλοὶ νοσοκομήσαντες “καὶ ῥώσαντες ἑτέρους ἐτελεύτησαν αὐτοὶ, τὸν ἐκεί- “νων θάνατον εἰς ἑαυτοὺς μεταστησάμενοι, καὶ τὸ “δημῶδες ῥῆμα, μόνης ἀεὶ δοκεῖν φιλοφροσύνης ἔχε- “σθαι, ἔργῳ δὴ τότε πληροῦντες, ἀπιόντες αὐτῶν “περίψημα.