Ancient Greek · ~5 min
22.8 to 22.12
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 22.8-12
Not analysed yet
οἱ γοῦν ἄριστοι τῶν παρ’ ἡμῖν ἀδελ- “φῶν τοῦτον τὸν τρόπον ἐξεχώρησαν τοῦ βίου, πρεσ- “βύτεροί τέ τινες καὶ διάκονοι καὶ τῶν ἀπὸ τοῦ λαοῦ “λίαν ἐπαινούμενοι, ὡς καὶ τοῦ θανάτου τοῦτο τὸ “εἶδος διὰ πολλὴν εὐσέβειαν καὶ πίστιν ἰσχυρὰν γε- “νόμενον μηδὲν ἀποδεῖν μαρτυρίου δοκεῖν. καὶ “τὰ σώματα δὲ τῶν ἁγίων ὑπτίαις χερσὶ καὶ κόλποις “ὑπολαμβάνοντες, καθαιροῦντές τε ὀφθαλμοὺς, καὶ στόματα συγκλείοντες, ὠμοφοροῦντἐς τε καὶ διατι- ‘θέντες, προσκολλώμενοι, συμπλεκόμενοι, λουτροῖς “τε τε καὶ περιστολαῖς κατακοσμοῦντες, μετὰ μικρὸν “ἐτύγχανον τῶν ἴσων, ἀεὶ τῶν ὑπολειπομένων ἐφε- “πομένων τοῖς πρὸ αὐτῶν. τὰ δέ γε ἔθνη πᾶν “τοὐναντίον· καὶ νοσεῖν τε ἀρχομένους ἀπωθοῦντο, “καὶ ἀπέφευγον τοὺς φιλτάτους, κἀν ταῖς ὁδοῖς ἐρ- “ρίπτουν ἡμιθνῆτας, καὶ νεκροὺς ἀτάφους ἀπεσκυ- “βαλίζοντο, τὴν τοῦ θανάτου διάδοσιν καὶ κοινωνίαν ἐκτρεπόμενοι, ἣν οὐκ ἦν καὶ πολλὰ μηχανωμένοις “ἐκκλῖναι ῥᾴδιον. “μετὰ δὲ καὶ ταύτην τὴν ἐπιστολὴν, εἰρηνευσάντων τῶν κατὰ τὴν πόλιν, τοῖς κατ’ Αἴγυπτον ἀδελφοῖς ἑορταστικὴν αὖθις ἐπιστέλλει γραφὴν, καὶ ἐπὶ ταύτῃ ἄλλας διαφόρους πάλιν διατυποῦται. φέρεται δέ τις αὐτοῦ καὶ περὶ σαββάτου, καὶ ἄλλη περὶ γυμνασίου. Ἑρμάμμωνι δὲ καὶ τοῖς κατ’ Αἴγυπτον ἀδελφοῖς δι’ ἐπιστολῆς ὁμιλῶν, πολλά τε ἄλλα περὶ τῆς Δεκίου καὶ τῶν μετ’ αὐτὸν διεξελθὼν κακοτροπίας, τῆς κατὰ τὸν Γαλλιηνὸν εἰρήνης ἐπιμιμνήσκεται.