Ancient Greek · ~1 min
ΛΟΓΟΣ Ζ., Chapter 23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.1-6
Not analysed yet
[Nic. Η. E. VI, 21] Οὐδὲν δὲ οἷον τὸ καὶ τούτων ὧδέ πως ἔχόντων ἀκοῦσαι· “ἐκεῖνος μὲν “οὖν τῶν πρὸ αὐτοῦ βασιλέων τὸν μὲν προέμενος, “τῷ δὲ ἐπιθέμενος, παγγενῆ ταχέως καὶ πρόρριζος “ἐξηφανίσθη· ἀνεδείχθη δὲ καὶ συνανωμολογήθη “παρὰ πάντων ὁ Γαλλιηνὸς, παλαιὸς ἅμα βασιλεὺς “καὶ νέος, πρῶτος ὢν καὶ μετ᾿ ἐκείνους παρών.