Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 23.2-4
Not analysed yet
“κατὰ γὰρ τὸ ῥηθὲν πρὸς τὸν προφήτην Ἡσαΐαν “τὰ “ἀπ᾿ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ νῦν ἀνατελεῖ. ““ὥσπερ γὰρ νέφος τὰς ἡλιακὰς ἀκτῖνας ὑποδραμὸν καὶ “πρὸς ὀλίγον ἐπηλυγάσαν ἐσκίασεν αὐτὸν καὶ ἀντ᾿ αὐ- “τοῦ προεφάνη, εἶτα παρελθόντος ἢ διατακέντος τοῦ “νέφους ἐξεφάνη πάλιν ἐπανατείλας ὁ ἥλιος ὁ προα- “νατείλας, οὕτω προστὰς καὶ προσπελάσας ἑαυτὸν ὁ “Μακριανὸς τῆς ἐφεστώσης Γαλλιηνοῦ βασιλείας, ὁ “μὲν οὐκ ἔστιν, ἐπεὶ μηδὲ ἧν, ὁ δ᾿ ἔστιν ὁμοίως “ὥσπερ ἦν.