Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 27
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 27.1
Not analysed yet
[Nic. H. E. IV, 11] Τοῦ δὲ Ἀπολιναρίου πολλῶν παρὰ πολλοῖς σωζομένων τὰ εἰς ἡμᾶς ἐλθόντα ἐστὶ τάδε· λόγος ὁ πρὸς τὸν εἰρημένον βασιλέα, καὶ πρὸς Ἕλληνας συγγράμματα πέντε ,καὶ περὶ ἀληθείας πρῶτον καὶ δεύτερον, καὶ πρὸς Ἰουδαίους πρῶτον καὶ δεύτερον, καὶ ἃ μετὰ ταῦτα συνέγραψε κατὰ τῆς τῶν Φρυγῶν αἱρέσεως μετ’ οὐ πολὺν καινοτομηθείσης χρόνον ,τότε γε μὴν ὥσπερ ἐκφύειν ἀρχομένης, ,ἔτι τοῦ Μοντανοῦ ἅμα ταῖς αὐτοῦ ψευδοπροφήτισιν ἀρχὰς τῆς παρεκτροπῆς ποιουμένου.