Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.10
Not analysed yet
οὐδείς γέ τοι ἐκείνων καίπερ ἀξιώματι καὶ τιμῇ ἐπὶ πλείσταις ὅσαις γενεαῖς παρὰ τοῖς οἰκείοις διαλαμψάντων τοὺς ὑπηκόους πώποτε ἐκ τῆς περὶ αύτοὺς εἰκονικῆς τοῦ Χριστοῦ προσρήσεως Χριστιανοὺς ἐπεφήμισεν · ἀλλ’ οὐδὲ σεβάσμιός τινι τούτων πρὸς τῶν ὑπηκόων ὑπῆρξε τιμή· ἀλλ’ οὐδὲ μετὰ τὴν τελευτὴν τοσαύτη διάθεσις ,ὡς καὶ ὑπεραποθνήσκειν ἑτοίμως ἔχειν τοῦ τιμωμένου · ἀλλ’ οὐδὲ πάντων τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν περί τινα τῶν τότε τοσαύτη γέγονε κίνησις, ἐπεὶ μηδὲ τοσοῦτον ἐν ἐκείνοις ἡ τοῦ συμβόλου δύναμις οἴα τε ἢν ἐνεργεῖν, ὅσον ἡ τῆς ἀληθείας παράστασις διὰ τοῦ σωτῆρος ἡμῶν ἐνδεικνυμένη·