Ancient Greek · ~2 min
3.8 to 3.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.8-9
Not analysed yet
ἤδη δὲ καὶ αὐτῶν τῶν προφητῶν τινὰς διὰ χρίσματος Χριστοὺς ἐν τύπῳ γεγονέναι παρειλήφαμεν ,ὡς τούτους ἃπαντας τὴν ἐπὶ τὸν ἀληθῆ Χριστὸν, τὸν ἔνθεον καὶ οὐράνιον λόγον, ἀναφορὰν ἔχειν, μόνον ἀρχιερέα τῶν ὅλων καὶ μόνον ἀπάσης κτίσεως βασιλέα καὶ μόνον προφητῶν ἀρχιπροφήτην τοῦ πατρὸς τυγχάνοντα. τούτου δ’ ἀπόδειξις τὸ μηδένα πω τῶν πάλαι διὰ τοῦ συμβόλου κεχρισμένων ,μήτε ἱερέων μήτε βαισ- λέων μήτε μὴν προφητῶν ,τοσαύτην ἀρετῆς ἐνθέου δύναμιν κτήσασθαι, ὅσην ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ μόνος καὶ ἀληθινὸς Χριστὸς ἐπιδέδεικται.