Ancient Greek
3.11 to 3.13
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.11-13
Not analysed yet
ὃς οὔτ’ ἑ σύμβολα καὶ τύπους ἀρχιερωσύνης παρά του λαβὼν, ἀλλ’ οὐδὲ γένος τὸ περὶ σῶμα ἐξ ἱερωμένων κατάγων, οὐδ’ ἀνδρῶν δορυφορίαις ἐπὶ βασιλείαν προαχθεὶς, οὐδὲ μὴν προφήτης ὁμοίως τοῖς πάλαι γενόμενος, οὐδ’ ἀξίας ὅλως ἤ τινος παρὰ Ἰουδαίοις τυχὼν προεδρίας ,ὅμως τοῖς πᾶσιν εἰ καὶ μὴ τοῖς συμβόλοις, ἀλλ’ αὐτῇ γε τῇ ἀληθείᾳ παρὰ τοῦ πατρὸς κεκόσμητο. οὐχ ὁμοίων δ’ οὖν οἶς προειρήκαμεν τυχὼν, πάντων ἐκείνων καὶ Χριστὸς μᾶλλον ἀνηγόρευται. καὶ ὡσὰν μόνος καὶ ἀληθὴς αὐτὸς ὢν ὁ Χριστὸς τοῦ θεοῦ Χριστιανῶν τὸν πάντα κόσμον τῆς ὄντως σεμνῆς καὶ ἱερὰς αὐτοῦ προσηγορίας κατέπλησεν, οὐκέτι τύπους οὐδὲ εἰκόνας, ἀλλ’ αὐτὰς γυμνὰς ἀρετὰς καὶ βίον οὐράνιον αὐτοῖς ἀληθείας δόγμασι τοῖς θιασώταις παραδοίς. τό τε χρῖσμα, οὐ τὸ διὰ σωμάτων σκευαστὸν, ἀλλ’ αὐτὸ δὴ πνεύματι θείῳ τὸ θεοπρεπὲς, μετοχῇ τῆς ἀγεννήτου καὶ πατρικῆς θεότητος ἀπειλήφει. ὃ καὶ αὐτὸ πάλιν Ἠσαίας διδάσκει, ὡσὰν ἐξ αὐτοῦ Χριστοῦ ὧδέ πως ἀναβοῶν “πνεῦμα κυρίου ἐπ’ ἐμὲ ,οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν.