Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 3.14
Not analysed yet
καὶ οὐ μόνος γε Ἠσαίας, ἀλλὰ καὶ Δαβὶδ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφωνεῖ λέγων “ὁ θρόνος σου ,θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.” ἐν οἶς ὁ λόγος ἐν μὲν τῷ πρώτῳ στίχῳ θεὸν αὐτὸν ἐπιφημίζει ,ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ.