Ancient Greek · ~2 min
41.16 to 41.17
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 41.16-17
Not analysed yet
στρα- “τιώτης τε αὐτοῖς ἀπαγομένοις παραστὰς καὶ τοῖς “ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐκβοησάντων ἐκείνων “προσαχθεὶς ὁ ἀνδρειότατος ὁπλομάχος τοῦ θεοῦ “Βησᾶς, κἀν τῷ μεγάλῳ πολέμῳ τῷ περὶ τῆς εὐσε- “βείας ἀριστεύσας, ἀπετμήθη τὴν κεφαλήν. καί “τις ἕτερος, τὸ μὲν γένος Λίβυς, τὴν δὲ προσηγορίαν “ἅμα καὶ τὴν εὐλογίαν ἀληθὴς Μάκαρ, προτροπῆς “αὐτῷ πολλῆς ὑπὸ τοῦ δικαστοῦ πρὸς ἄρνησιν γενο- “μένης, οὐχ ὑπαχθεὶς ζῶν καταπέφλεκται. Ἐπίμα- “χός τε μετ᾿ αὐτοὺς καὶ Ἀλέξανδρος μετὰ πολὺν ὃν “ἔμειναν δεσμῶται χρόνον, μυρίας διενεγκόντες ἀλγη- “δόνας, ξυστῆρας, μάστιγας, πυρὶ ἀσβέστῳ καὶ οὗτοι “διεχύθησαν.