Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.10
Not analysed yet
διόπερ οὐκ ἀκυρωθήσεται καὶ ἡ κατ᾿ “αὐτὸν γενεαλογία, ἣν Ματθαῖος μὲν ὁ εὐαγγελιστης “ἐξαριθμούμενος ῾Ἰακὼβ δὲ᾿ φησίν ῾ἐγέννησε τὸν “Ἰωσήφ·’ ὁ δὲ Λουκᾶς ἀνάπαλιν ῾ὃς ἦν υἱὸς ,ὡς “ἐνομίζετο (καὶ γὰρ τοῦτο προστίθησι) τοῦ Ἰωσὴφ “τοῦ Ἡλὶ τοῦ Μελχί· ᾿τὴν γὰρ κατὰ νόμον γένεσιν “ἐπισημότερον οὐκ ἦν ἐξειπεῖν. καὶ τὸ “ἐγέννησεν” “ἐπὶ τῆς τοιᾶσδε παιδοποιίας ἄχρι τέλους ἐσιώπησε, “τὴν ἀναφορὰν ποιησάμενος ἕως τοῦ Ἀδὰμ τοῦ θεοῦ “κατ᾿ ἀνάλυσιν.