Ancient Greek · ~5 min
Στοιχεῖον Θ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Βασιλειῶν
Not analysed yet
Θηλαμοῦ γῆ ΙΙ Sam 3, 12). ἔνθα »ἀπέστειλεν Ἀβεννὴρ πρὸς Δαυίδ«. Ἀ΄ παραχρῆμα, Σ΄ ἀνθ’ ἑαυτοῦ. Θαάδ (II Sam 24, 6?). ἐγγὺς Γαλαάδ. Θαμσά Ι Κön 4, 24). ὅριον τῆς βασιλείας Σολομών. Θερμώθ (Ι Kön 9, 18). πόλις ἣν ᾠκοδόμησε Σολομὼν ερημῳ«. Θαρσεῖς (I Kön 10, 22). ὅθεν ἤρχετο τῷ Σολομῶντι χρυσός. κατὰ μὲν τὸν Ἰώσιππον Ταρσός ἐστιν ἡ τῆς Κιλικίας· κατά δὲ τὸν Ἱεζεκιὴλ Καρχηδών, ἀντὶ γὰρ παρὰ τοῖς Ο' κειμένης Καρχηδόνος Ι τὸ Ἑβραικὸν ἔχει Θαρσεῖς. ἄλλοι δὲ τὴν Ἰνδίαν ὑπετυπωσαν. Θαρσά (I Κön 15, 21). ὅθεν ἦν Ἀσὰφ βασιλεὺς ᾿Ισραήλ. ||Θερσιλά ΙΙ Κön 15, 14). ὅθεν ἢν Μαναείμ. καὶ νῦν ἐστι κώμη Σαμαρέων ἐν τῇ Βαταναίᾳ Θαρσιλὰ λεγομένη. Θεσβά (I Κὁν 17, 1). ὅθεν ἦν Ἠλίας ὁ Θεσβίτης. Θαιμάν (Ez 20, 45). ὡς Ἰεζεκιὴλ πόλις τῆς Ἰδουμαίας, ὡς δὲ Ἡσαΐας ἐν ὁράσει τῆς Ἀραβίας. κεῖται καὶ ἐν Ἱερεμίᾳ. ἐν δὲ τῷ Ἀβδιοῦ λέγεται πόλις Ἡσαῦ. Θαιμὰν δὲ καὶ εἶς τῶν υἱῶν Ἡσαῦ ἐκαλεῖτο. κεῖται καὶ ἀνωτέρω. Θαρθάκ (II Kön 17, 31). ταύτῃν ἔκτισαν ἐν τῇ Ἰουδαίᾳ οἱ Εὐαῖοι. Θαλασάρ (II Kön 19, 12). χώρα Συρίας. Θογαρμά (Ez 27, 14). ἐν τώ Ἰεζεκιήλ. Θαφέθ (Jer 7, 32). βωμὸς τοῦ Θαφὲθ ἐν Ἱερεμίᾳ. ἐν προαστείοις Αἰλίας εἰς ἔτι νῦν δείκνυται ὁ τόπος οὕτω καλούμενος, ᾤ’ παράκειται ἡ κολυμβήθρα τοῦ κναφέως καὶ τὸ Ἀχελδαμὰχ χωρίον.