Ancient Greek · ~8 min
Στοιχεῖον Γ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Βασιλειῶν.
Not analysed yet
Γεθθά (I Sam 5, 8). ἐνταῦθα μετήνεγκαν τὴν κιβωτὸν ἀπὸ Ἀζώτοῦ. καὶ νῦν ἐστι μεγίστη κώμη, ἣ καλεῖται Γιθθάμ, μεταξὺ ἀνιόντων ἀπὸ Ἀντιπατρίδος εἰς Ἰαμνίαν. ἔστι δὲ καὶ ἄλλη Γεθθείμ. Γαλλεί (I Sam 25, 44). ὅθεν ἦν Φαλτεὶ ὁ λαβὼν τὴν Μελχὸλ »γυ||ναῖκα Δαυίδ. «μέμνηται ταύτης καὶ Ἠσαίας. λέγεται δὲ πλησίον Ακκαρὼν εἶναί τις κώμη Γαλλαία καλουμένη. Γελαμσούρ (I Sam 27, 8). χώρα ἀλλοφύλων. Γελβουέ Ι Sam 28, 4). ὄρη ἀλλοφύλων, Σκυθοπόλεως ἀπέχοντα ς΄ σημείοις, ἐν οἶς καὶ κώμη καλεῖται Γεδδούρ (I Sam 30, 8). ἔνθα κατέβη Δαυίδ. Ἀ΄ τὸν εὔζωνον, Σύμμαχος τὸν λόχον. Γαζηρά (II Sam 5, 25). ἔνθα ἐπάταξε Δαυὶδ »τοὺς ἀλλοφύλους. «καὶ ἀνωτέρω κεῖται Γαζέρ. Γεσσούρ (II Sam 15, 8). χώρα ἀλλοφύλων ἐπὶ τῆς Συρίας. Γιλών (II Sam 15, 12). ὅθεν ἦν Ἀχιτόφελ. Γόβ (II Sam 21, 19). ἔνθα συνέστη πόλεμος. |Γαλιλαία Ι Κön 9, 11). δύο εἰοὶ Γαλιλαῖαι, ὧν ἡ μὲν Γαλιλαία ἐθνῶν εἴρηται, ἐν ὁρίοις Τυρίων παρακειμένη, ἔνθα ἔδωκε Σολομὼν »τῷ Χιρὰμ κ΄ πὸλεις«, κλήρου Νεφθαλείμ, ἡ δέ ἐστιν ἀμφὶ τὴν Τιβεριάδα καὶ τὴν πρὸς αὐτῇ λίμνην, κλήρου Ζαβουλὼν. Γειών (I Kön 1, 33). ἔνθα χρίεται Σολομών. Γήρ (II Kön 9, 27). ἔνθα ἐπάταξεν Ἰοῦ τὸν ᾿Οχοζίαν »ἐγγὺς Ἰεβλαάμ«. Γεθθαχοφέρ (II Kön 14, 25). ἔνθεν ἦν Ἰωνᾶς ὁ προφήτης. Γαδδεί (II Kön 12, 18). ταύτην ἐπάταξεν Ἀζαήλ. κεῖται δὲ καὶ ἀνωτέρω Γαδδά. ||Γημελά (II ön 14, 7). χώρα Ἐδώμ. Ἀ΄ δὲ καὶ Σύμμαχος φάραγγα ἁλῶν. Γηβείν (Jes 10, 31). ταύτης Ἠσαίας μνημονεύει. καὶ νῦν ἐστι Γηβὰ κώμη ἀπὸ σημείων ε΄ Γουφνῶν ἐρχομένων εἰς Νέαν πόλιν. Γωζάν (Jes 37, 12). ἐν χώρᾳ <Ἐμάθ>. καὶ ταύτης ῾ησαΐας μέμνηται. ἔστι δὲ περὶ τὴν Δαμασκηνήν. Γαρήβ (Jer 31, 39). βουνὸς πλησίον Ἰερουσαλήμ. ἐν Ἱερεμίᾳ. Γηβαρώθ (Jer 41, 17). Ἀ΄ ἐν φραγμοῖς, Σ΄ <ἐν> παροικίαις <ἐν. Ἱερεμίᾳ>. Γαιμώδ (Jes 16, 6). χώρα Μωάβ. ἐν Ἠσαίᾳ. Γαιφά (Jes 60, 6). χώρα. ἐν Ἠσαίᾳ.