Ancient Greek · ~16 min
Στοιχεῖον Γ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ..1-2
Not analysed yet
Γάλγαλα (Jos 4, 19). ἡ αὐτή ἐστι τῇ ἀνωτέρω κειμένῃ Γολγὼλ πρὸς ἡλίου ἀνατολαῖς« τῆς πάλαι Ἱεριχὼ εἴσω τοῦ Ἰορδάνου, ἔνθα περιέτεμεν Ἰησοῦς τοὺς ἀπὸ τοῦ λαοῦ, καὶ τὸ πάσχα. ἤγαγεν, καὶ πρώτως σίτου μετέλαβον ἐκλείποντος τοῦ μάννα, καὶ ἔστησαν τοὺς ἀπὸ »τοῦ Ἰορδάνου« λίθους. ἐν ταύτῃ πρῶτον κατέμεινεν ἡ σκηνὴ τοῦ μαρτυρίου. καὶ γέγονε κλήρου φυλῆς Ἰούδα. δείκνυται ὁ τόπος ἔρημος ὡς ἱερὸς θρησκευόμενος. καὶ ἄλλη δὲ ἔοικεν εἶναι Γάλγαλα περὶ τὴν Βαιθήλ. Γαῖ (Jos 7. 2). ἥτις ἐστὶ πλησίον Βηθαῦν καὶ Βαιθήλ, ἣν ἐπολιόρκησεν Ἰησοῦς τὸν βασιλέα αὐτῆς . ἔστι δὲ νῦν κατῴκει δὲ αὐτὴν τὸ παλαιὸν ὁ εἴσω τοῦ Ἰορδάνου Ἀμορραῖος. Γαβαών (Jos 9, 9 ff.) . ὅθεν ἐλθόντες οἱ Γαβαωνῖται ἱκέται γίνονται τοῦ Ἰησοῦ. ἦν δὲ αὕτη μητρόπολις μεγάλη καὶ βασιλικὴ τῶν Εὐαίων, ἣ καὶ γέγονε κλήρου Βενιαμίν. καὶ ἔστι κώμη νῦν οὕτω καλου|μένη πλησίον Βαιθὴλ πρὸς δυσμάς, ὡς ἀπὸ σημείων δ’ . παράκειται δὲ τῇ Ῥαμᾶ, καὶ ἀφώριστο Λευίταις πλησίον Ῥεμμαά. ἐνταῦθα Σολομὼν θύσας χρησμοῦ καταξιοῦται. Γαϊβέ (Jos 18; 24). κλήρου Βενιαμίν, ἀφωρισμένη. Γαζέρ (Jos 10; 33). κλήρου ᾿Εφραΐμ>, Λευίταις ἀφωρισμένη. ταύτην ἐπολιόρκησεν Ἰησοῦς, τὸν βασιλέα αὐτῆς ἀνελών. ἢ καὶ ᾠκοδόμησε Σολομών. καὶ νῦν καλεῖται Γαζάρα κώμη Νικοπόλεως ἀπέχουσα σημείοις δ’ ἐν βορείοις. οὐ μὴν ἀνεῖλεν ἐξ αὐτῆς τοὺς ἀλλοφύλους ἡ φυλὴ Ἐφραΐμ. Γοσόν (Jos 10, 41). καὶ ταύτην ἐπολιόρκησεν Ἰησοῦς. Γέθ (Jos 11, 22). ἐν ταύτῃ κατελείφθησαν οἱ Ἐνακεὶμ ἀλλόφυλοι καὶ οἱ Φυλισταῖοι μὴ ἐξολοθρευθέντες. καὶ ἔστιν εἰς ἔτι καὶ νῦν κώμη παριόντων ἀπὸ Ἐλευθεροπόλεως ἐπὶ Διόσπολιν περὶ πέμπτον σημεῖον τῆς Ἐλευθεροπόλεως. Γεσουρείμ (Jos 12, 5). πόλις ἀλλοφύλων. αὕτη δέ ἐστι Γαργασεὶ ἐν τῇ Βασανίτιδι, ἀφ’ ἦς »oὐκ ἐξωλόθρευσαν οἱ υἱοὶ Ἰσραὴλ τὸν Γεσουρεί«. Γαδέρ (Jos 12, 13). καὶ ταύτης τὸν βασιλέα ἐπάταξεν Ἰησοῦς. καὶ Ἰακὼβ δὲ »ἐπέκεινα τοῦ πύργου Γαδὲρ ἔπηξε τὴν σκηνὴν αὐτοῦ«. Γωεὶν τῆς Γελγέλ (Jos 12, 23). Ἀ΄ Σ΄ ἐθνῶν τῆς Γελγέλ. |Γελγέλ (Jos 12, 23). καὶ ταύτην εἷλεν Ἰησοῦς. ἐστι δὲ καὶ νῦν κώμη Γαλγουλὶς λεγομένη Ἀντιπάτριδος ὡς ἀπὸ σημείων ἔξ ἐν τοῖς βορείοις. Γολαθμάειμ (Jos 15, 19). τόπος· ἑρμηνεύεται <κτῆσις ὕδατος>. Γαδδά (Jos 15, 27). φυλῆς Ἰούδα. κώμη εἰς ἔτι καὶ νῦν ἐστιν ἐν ἐσχάτοις τοῦ Δαρωμᾶ <πρὸς ἀνατολὰς ἐπὶ τῇ> θαλάσσῃ. Γάδειρα (Jos 15, 36), φυλῆς Ἰούδα. Γίδωρό ἐστι νῦν κώμη ἐν ὁρίοις Αἰλίας περὶ τὴν τερέβινθον. Γεδούρ (Jos 15, 58). φυλῆς Ἰούδα. καὶ νῦν ἐστι Γεδροὺς κώμη μεγίστη ἀπὸ ι΄ σημείων Διοσπόλεως ἀπιόντων εἰς Ἐλευθερόπολιν. Γαβλί (Jos 13, 5). γῆ τῶν ἀλλοφύλων. Γισών (Jos 15, 51). φυλῆς Ἰούδα. Γηλών (Jos 15, 51). φυλῆς Ἰούδα. Γαδηρώθ (Jos 15, 41). φυλῆς Ἰούδα. >Γεθρεμμών (Jos 21, 25). φυλῆς Μανασσῆ, πόλις Λευίταις ἀφωρισμένη. Γαῖ (Jos 18, 16). φάραγξ. Γαιεννούμ (Jos 18, 16). ἑρμηνεύεται φάραγξ τοῦ Ἐννούμ. ταύτην δὲ λέγουσιν εἶναι τὴν γέενναν. κλήρου φυλῆς Βενιαμίν. προσπαράκειται τῷ τείχει Ἱερουσαλὴμ πρὸς ἀνατολάς. |Γεθθεφέρ (Jos 19, 13). κλήρου Ζαβουλών. <Γηεφθαέλ> (Jos 19, 14). φάραγξ Ἐφθαέλ, κλήρου Ζαβουλών. ||Γαβαθών (Jos 19, 44). κλήρου Δάν, πόλις Λευίταις ἀφωρισμένη. καὶ ἔστι πολίχνη Γαβὲ καλουμένη ὡς ἀπὸ σημείων ἲς τῆς Καισαρείας καὶ ἄλλη κώμη Γαβαθὰ ἐν ὁρίοις Διοκαισαρείας παρακειμένη τῷ μεγάλῳ πεδίῳ τῆς Λεγεῶνος. ἔστι δὲ καὶ Γαβαὰ καὶ Γαβαθὰ κώμη ἐν ἀνατολαῖς τοῦ Δαρωμᾶ. καὶ ἄλλη Γαβαθὰ κλήρου Βενιαμίν, ἔνθα ἢν ὁ οἶκος Σαούλ, καὶ ἄλλη τῶν ἀλλοφύλων Γαβαθὼν λέγεται Βασιλείαις. Γεθρεμμὼν ἑτέρα (Jos 19, 45). κλήρου Δάν, Λευίταις ἀφωρισμένη. καὶ νῦν ἐστι κώμη μεγίστη ἀπὸ σημείων ιβ΄ Διοσπόλεως ἀπιόντων εἰς Ἐλευθερόπολιν. Γαλειλώθ (Jos 22, 10). τόπος παρὰ τὸν Ἰορδάνην, ἔνθα θυσιαστήριον ἔστησαν οἱ υἱοὶ Ῥουβίν. φυλῆς Βενιαμίν. Γαάς (Jos 24, 30). ὄρος Ἐφραΐμ, οὗ ἐν βορείοις ἔθαψαν Ἰησοῦν. δείκνυται δὲ ἐπίσημον εἰς ἔτι νῦν αὐτοῦ τὸ μνῆμα πλησίον Θαμνὰ κώμης. Γαβαάς (Jos 24, 33). ὄρος Ἐφραΐμ, Φινεὲς πόλις, υἱοῦ Ἐλεάζαρ, οὖ ἔθαψαν τὸν Ἐλεάζαρον. καὶ εἰς ἔτι νῦν ἐστι Γαβαθὰ |κώμη, ὡς ἀπὸ ιβ΄ σημείων Ἐλευθεροπόλεως, ἔνθα καὶ τὸ μνῆμα Ἀμβακοὺμ ἐπιδείκνυται τοῦ προφήτου. ἢν δὲ φυλῆς Βενιαμίν. Γαβαάν (Jos 21, 17). μέχρι ταύτης ἐπολέμησαν Βενιαμίν, ὡς ὲν κριταῖς.