Ancient Greek · ~8 min
Στοιχεῖον Γ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀριθμῶν καὶ Δευτερονομίου.-2
Not analysed yet
Γαδιὼν Γαβέρ (Num 33, 35). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ, ὡς ἐν Ἀριθμοῖς· ὡς δὲ ἐν Δευτερονομίῳ, πόλις Ἡσαῦ. λέγουσι δὲ ταύτην εἶναι τὴν Ἀσιὰν πλησίον τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀϊλά. Γαῖ (Num 33, 44). ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. καὶ ἔστιν εἰς ἔτι νῦν Γαῖα πόλις τῇ Πέτρᾳ παρακειμένη. Γελμὼν Δεβλαθαείμ (Num 33, 46). ἐπὶ τῆς ἐρήμου σταθμός ||Γαδγάδ (Num 33, 32). ὄρος ἐπὶ τῆς ἐρήμου, σταθμὸς τῶν υἱῶν Ἰσραήλ. Γάξα (Deut 2, 23). πόλις τῶν Εὐαίων, ἐν ᾖ κατῴκησαν Καππάδοκες, τοὺς Εὐαίους ἀνελόντες. τὸ πάλαι ἢν δὲ ἦν ὅριον τῶν Χαναναίων τῶν πρὸς τῇ Αἰγύπτῳ. καὶ ἀφωρίοθη μὲν τῇ φυλῇ Ἰούδα, οὐ μὴν ἐκράτησεν αὐτῆς, οὐδὲ ἠφάνισε τοὺς ἐν αὐτῇ ἀλλοφύλους, μένει δὲ εἰς ἔτι νῦν πόλις ἐπίσημος τῆς Παλαιστίνης. Γεργασεί (Deut 7. 1). ἐπέκεινα τοῦ Ἰορδάνου παρακειμένη πόλις τῷ Γαλαάδ, ἣν ἔλαβε φυλὴ Μανασσῆ. αὕτη δὲ λέγεται εἶναι ἡ Γερασά, πόλις ἐπίσημος τῆς Ἀραβίας. τινὲς δὲ αὐτὴν εἷναι τὴν Γάδαράν φασιν. μέμνηται δὲ καὶ τὸ Εὐαγγέλιον τῶν Γερασσινῶν. Γαδγαδά (Deut 10,7). ἔνθα χειμάρροι ὑδάτων‘, τόπος ἐπὶ τῆς ἐρήμου. Γαυλὼν (Deut 4, 43) ἢ Γωλάν, φυλῆς Μανασσῆ, πόλις ἱερατικὴ τῶν φυγαδευτηρίων ἐν τῇ βασανίτιδι«. καὶ νῦν Γαυλὼν κώμη μεγίστη ἐν τῇ Βαταναίᾳ. ὁμωνυμεῖ δὲ τῇ κώμῃ καὶ ἡ περίχωρος. Γαιβάλ (Deut 11, 29). ὄρος ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ἔνθα κελεύει Μωϋσῆς στῆσαι θυσιαστήριον. καὶ λέγεται παρακεῖσθαι τῇ Ἱεριχὼ ὄρη δύο κατὰ πρόσωπον ἀλλήλων καὶ πλησίον, ὣν τὸ μὲν εἶναι Γαριζείν, τὸ δὲ Γαιβάλ. Σαμαρεῖται δὲ ἕτερα δεικνύουσιν τὰ τῇ Νέᾳ πόλει παρακείμενα, σφαλλόμενοι, ὅτι δὴ πλεῖστον διεστήκασιν ἀλλήλων <τὰ> ὐπ’ αὐτῶν δεικνύμενα, ὡς μὴ δύνασθαι ἀλλήλων τοὺς ἑκατέρωθεν βοῶντας. Γαριξείν (Deut 11, 29). ὄρος ἔνθα ἔστησαν οἱ τὰς εὐλογίας |καταλέγοντες, πλησίον τοῦ προειρημένου Γαιβάλ. ||Γολγὼλ (Deut 11, 30) ἡ καὶ Γαλγάλ. ταύτης εἶναι πλησίον ἡ γραφὴ διδάσκει τὸ Γαριζεὶν καὶ τὸ Γαιβὰλ ὄρος. ἡ δὲ Γάλγαλα τόπος ἐστὶ τῆς Ἱεριχοῦς. Γαῖ <»ἐν γῇ Μωάβ«> (Deut. 34, 6). φάραγξ τῆς Μωάβ. »ἐγγὺς οἴκου Φογώρ«, ἔνθα ἔθαψαν τὸν Μωϋσῆν.