Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.1-5
Not analysed yet
ΠΡΟΟΙΜΙΟΝ. Τοὺς βίους τῶν παλαιῶν Ἑβραίων‚ τόν δὴ καὶ τὴν προσηγορίαν ἐπαληθευσάντων θεοφιλῶν ἀνδρῶν, πρόσθεν ἢ Μωσἐα φανῆναι πάσης ἀρετῆς βραβείοις ἀναδησαμένων ‚τά τε θεοσεβῆ δόγματά τε καὶ παιδεύματα ‚καὶ προσέτι τὰς παναληθεῖς καὶ εὐσεβεῖς αὐτῶν θεολογίας ‚ὣν εἰς ἔρωτα καὶ πόθον ἐλθεῖν ὡμολογήκαμεν ‚διελθὼν ἐν τῷ πρὸ τούτου) μέτειμι νῦν ἀκολούθῳ τῇ τάξει χρώμενος ἐπὶ τὴν κατὰ Μωσἐα πολιτείαν ‚δεύτερον ἐπέχουσαν εὐσεβείας μετὰ τὸν πρῶτον ἐκεῖνον βαθμὸν ‚τὸν δὴ καὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένον.