Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 1
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 1.39
Not analysed yet
τὸν δὲ τράγον φασὶν ἀποτεθεῶσθαι, καθάπερ καὶ τοῖς Ἕλλησι τὸν Πρίαπον, διὰ τὸ γεννητικὸν μόριον· τὸ μὲν γὰρ ζῷον εἶναι τοῦτο κατωφερέστατον πρὸς τὰς συνουσίας, τὸ δὲ μόριον τοῦ σώματος τὸ τῆς γενέσεως αἴτιον τιμᾶσθαι προσηκόντως ὡς ἂν ἀρχέγονον τῆς τῶν ζῴων φύσεως. καθόλου δὲ τὸ αἰδοῖον οὐ τοὺς Αἰγυπτίους μόνον ,ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους καθιερωκέναι κατὰ τὰς τελετὰς, ὡς αἴτιον τῆς τῶν ζῴων γενέσεως·