Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.11-2
Not analysed yet
καὶ τίς ἂν ἔτι προσείποι θεὸν τῶν εὑ φρονούντων τοῦτον ᾡ νοῦς ὑπῆρχεν ἄνους καὶ ἄλογος ,εἰ δὴ τοιαύτη παν- τὸς σώματος φύσις; διόπερ ἡμῖν ἐν ταῖς θεολογίαις πάντα τοῖς εἰρημένοις τὰ ἐναντία παραληπτέον, ὅτι τε μὴ οὐρανὸς ὢν τυγχάνει, μήτε αἰθὴρ μήθ’ ἥλιος μήτε σελήνη, μήθ’ ὁ σύμπας τῶν ἄστρων χορὸς μήτ’ αὐτὸς ἀθρόως ὁ πᾶς κόσμος · ἔργα δὲ χειρῶν αὐτοῦ ταῦτα μικρὰ ἔτι καὶ βραχέα, ταῖς ἀσωμάτοις καὶ νοεραῖς δυνάμεσι παραβαλλόμενα· ὅτι δὴ πᾶν σῶμα φθαρτὸν καὶ ἄλογον, τοιαύτη δὲ τῶν ὁρωμένων ἡ φύσις · τὰ δ’ ἐπέκεινα ἐν ἀοράτοις λογικὰ καὶ ἀθάνατα, συνδιαιωνίζοντα τῇ τοῦ παμβασιλέως θεοῦ μακαρίᾳ ζωῇ, μακρῷ γένοιτ’ ἂν τῶν ὁρωμένων ἁπάντων βελτίω.