Ancient Greek · ~6 min
10.6 to 10.10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.6-10
Not analysed yet
ἀλλ’ εἰ χρὴ παραδείγματι χρήσασθαι, θεοπρεπέστερον καὶ ἀληθείας οἰκείως ὁ ἱερός που λόγος ἐξεφώνησεν ‟ὁ οὐρανός μοι θρόνος (εἰπὼν), ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. ”εἰ γὰρ χρῆν ὅλως προσωποποιεῖν ἀνθρωπινωτέρῳ λόγῳ ,θέα τὸ διάφορον τῆς θεολογίας. ὁ μὲν γὰρ τὸν οὐρανὸν εἰπὼν θρόνον ἐπέκεινα τοῦ θρόνου καὶ ἀνωτάτω τῶν ὅλων τὸν παμβασιλέα θεὸν ἀφωρίσατο, οὐδὲ τὴν γῆν τῖς προνοίας αὐτοῦ χωρίσας· συγκατιέναι γὰρ καὶ ἐπὶ τὰ τῇδε τῆς θεότητος τὰς προνοητικὰς αὐτοῦ δυνάμεις διδάσκει· διό φησιν ‟ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου.’’ ἀλλ’ οὔτε τὸ ὑποπόδιον οὔτε μὴν ὁ θρόνος σῶμα τοῦ καθιδρυμένου ,οὐδέ γε μέρη ποτ’ ἂν αὐτοῦ λεχθείη. ὁ δὲ κεφαλὴν τοῦ θεοῦ τὸν οὐρανὸν καὶ τὰ ἐν τούτῳ φήσας καὶ νοῦν αὐτοῦ τὸν αἰθέρα, μέλη τε αὐτοῦ καὶ σῶμα τὰ λοιπὰ τοῦ κόσμου μέρη, οὔτε δημιουργὸν οὔτε θεὸν ἁλίσκεται εἰδώς. οὐ γὰρ ἂν αὐτὸς ἑαυτὸν δημιουργοίη, οὐδ’ ἂν ἔτι νοῦς λέγεσθαι δύναιτο οὗ νοῦς ἦν ὁ αἰθήρ. ποῖος δὲ καὶ εἴη ἂν θεὸς οὗ μέρη γῆ καὶ τὰ ἐπὶ γῆς ὄρη, ὄγκοι σωμάτων ἄλογοι; πῶς δὲ καὶ εὔλογον θεὸν ἀναγορεύειν τὸν ἀδελφὸν καὶ συγγενῆ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, ἀλόγου καὶ φθαρτῆς ὕλης ἐκγόνων; εἰ δὲ καὶ ὁ νοῦς τοῦ Δῖός οὐδὲν ἄλλο πλὴν τοῦ δηλωθέντος αἰθέρος ἦν, αἰθὴρ δὲ ἀήρ ἐστιν ὁ ὑψηλότατος καὶ πυρώδης ἀπὸ τοῦ αἴθεσθαι, ὅπερ ἐστὶ καίεσθαι, ταύτην, ὥς φασιν, εἰληχὼς τὴν ἐπωνυμίαν, σώματα δὲ ἄμφω ὅ τε ἀὴρ, ὅ τε αἰθὴρ, ὅρα ποῦ σοι τοῦ Δῖός ὁ νοῦς ἀποπέπτωκε.