Ancient Greek · ~3 min
10.16 to 10.17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.16-17
Not analysed yet
παραλαβὼν δὲ ὁ Οὐρανὸς τὴν τοῦ πατρὸς ἀρχὴν ἄγεται πρὸς γάμον τὴν ἀδελφὴν Γῆν, καὶ ποιεῖται ἐξ αὐτῆς παῖδας τέσσαρας, Ἦλον, τὸν καὶ Κρόνον, καὶ Βαίτυλον καὶ Δαγὼν, ὅς ἐστι Σιτὼν, καὶ Ἂτλαντα. καὶ ἐξ ἄλλων δὲ γαμετῶν ὁ Οὐρανὸς πολλὴν ἔσχε γενεάν. διὸ χαλεπαίνουσα ἡ Γῆ τὸν Οὐρανὸν ζηλοτυποῦσα ἐκάκιζεν, ὡς καὶ διαστῆναι ἀλλήλω. ὁ δὲ Οὐρανὸς ἀποχωρήσας αὐτῆς, μετὰ βίας ὅτε καὶ ἐβούλετο ἐπιὼν καὶ πλησιάζων αὐτῇ, πάλιν ἀπηλλάττετο· ἐπεχείρει δὲ καὶ τοὺς ἐξ αὐτῆς παῖδας διαφθείρειν· τὴν δὲ Γῆν ἀμύνασθαι πολλάκις, συμμαχίαν αὐτῇ συλλεξαμένην· εἰς ἄνδρας δὲ προελθὼν ὁ Κρόνος Ἑρμῇ τῷ τρισμεγίστῳ συμβούλῳ καὶ βοηθῷ χρώμενος, οὕτος γὰρ ἣν αὐτῷ γραμμα- τεὺς, τὸν πατέρα Οὐρανὸν ἀμύνεται, τιμωρῶν τῇ μητρί.