Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.18
Not analysed yet
Κρόνῳ δὲ γίνονται παῖδες Περσεφόνη καὶ Ἀθηνᾶ. ἡ μὲν οὖν πρώτη παρθένος ἐτελεύτα, τῆς δὲ Ἀθηνᾶς γνώμῃ καὶ Ἑρμοῦ κατεσκεύασε Κρόνος ἐκ σιδήρου ἅρπην καὶ δόρυ. εἶτα ὁ Ἑρμῆς τοῖς τοῦ Κρόνου συμμάχοις λόγους μαγείας διαλεχθεὶς πόθον ἐνεποίησε τῆς κατὰ τοῦ Οὐρανοῦ μάχης ὑπὲρ τῆς Γῆς. καὶ οὕτω Κρόνος τὸν Οὐρανὸν πολέμῳ συμβαλὼν τῆς ἀρχῆς ἤλασε καὶ τὴν βασιλείαν διεδέξατο. ἑάλω δὲ καὶ ἐν τῇ μάχῃ ἡ ἐπέραστος τοῦ Οὐρανοῦ σύγκοιτος ἐγκύμων οὖσα, ἣν ἐκδίδωσιν ὁ Κρόνος Δαγῶνι πρὸς γάμον.