Ancient Greek
BIBΛION ΠΡΩΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 10.52
Not analysed yet
καὶ Ζωροάστρης δὲ ὁ μάγος ἐν τῇ ἱερᾷ συναγωγῇ τῶν Περσικῶν φησι κατὰ λέξιν ῾ὁ δὲ θεός ἐστι κεφαλὴν ἔχων ἱέρακος. οὗτός ἐστιν ὁ πρῶτος ἄφθαρτος, ἀίδιος, ἀγένητος, ἀμερὴς, ἀνομοιότατος, ἡνίοχος παντὸς καλοῦ, ἀδωροδόκητος ,ἀγαθῶν ἀγαθώτατος, φρονίμων φρονιμώτατος · ἔστι δὲ καὶ πατὴρ εὐνομίας καὶ δικαιοσύνης, αὐτοδίδακτος ,φυσικὸς, καὶ τέλειος, καὶ σοφὸς, καὶ ἱεροῦ φυσικοῦ μόνος εὑρετής. ᾿τὰ δ’ αὐτὰ καὶ Ὀστάνης φησὶ περὶ αὐτοῦ ἐν τῇ ἐπιγραφομένῃ Ὀκτατεύχῳ."