Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 12
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 12
Not analysed yet
ἀλλὰ τέλει ξόανον κεκαθαρμένον ὥς σε διδάξω · πηγάνου ἐξ ἀγρίοιο δετὰς ποίει ,ἠδ’ ἐπικόσμει ζῴοισιν λεπτοῖσι κατοικιδίοις καλαβώταις ’σμύρνης καὶ στύρακος λιβάνοιό τε μίγματα τρίψας σὺν κείνοις ζῴοισι καὶ αἰθριάσας ὑπὸ μήνην αὔξουσαν τέλει, αὐτὸς ἐπευχόμενος τήνδ’ εὐχήν. Εἶτ’ ἐξέδωκεν εὐχὴν ,ἐδίδαξέ τε πόσους ληπτέον ἀσκαλαβώτας ὅσσαι μορφαί μοι, τόσσοις ζῴοις σε κελεύω, καὶ σφόδρα ταῦτα τελεῖν · δάφνης δέ μοι αὐτογενέθλου οἴκου ἐμοῦ χώρημα ποιεῖν; καὶ ἀγάλματι πολλὸν κείνῳ ἐπευχόμενος δι’ ὕπνων τοίαν ἀναθρήσεις. καὶ πάλιν ἄλλοτε ἄγαλμα αὐτῆς ἐξέδωκε τοιοῦτον.”