Ancient Greek
11.16 to 11.18
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 11.16-18
Not analysed yet
καὶ τῆς μὲν πνευματικῆς διὰ πάντων δυνάμεως εἰς Σειληνὸν ἀναπλαττομένης, τῆς δὲ εἰς ἔκτασιν ἀπ’ αὐτῶν παραγωγῆς εἰς Βάκχην, ὥσπερ αὖ τῆς εἰς τὰ ἀφροδίσια ἐρεθιζούσης ὁρμῆς διὰ τῶν Σατύρων. διὰ δὴ τούτων τῶν συμβόλων ἡ περίγειος ἐκκαλύπτεται δύναμις.” Τοσαῦτα μὲν οὖν καὶ τάδε, ἃ καὶ ἀναγκαίως ἐπιτεμόμενος παρατέθειμαι εἰς τὸ μὴ ἀγνοεῖν ἡμᾶς τὰ σεμνὰ τῶν φιλοσόφων. οὕτω τοιγαροῦν κατὰ τὰ ἀποδεδομένα Κόρη μὲν ἡ τῶν σπορίμων ,Διόνυσος δὲ ἡ τῶν ἀκροδρύων δύναμις, καὶ τῶν μὲν ἐαρινῶν ἀνθέων ὁ Ἄττις, τῶν δὲ τελείων καρπῶν ὁ Ἄδωνις σύμβολον. τί δὴ οὑν ταῦτα χρὴ θεοποιεῖν εἰς τροφὰς σωμάτων τῶν ἐπὶ γῆς ζῴων πρὸς τοῦ τῶν ὅλων θεοῦ πεποιημένα; τί δὲ θρησκεύειν τὴν περίγειον δύναμιν προσῆκόν ἐστιν ἡμῖν, οἶς φύσις ἐστὶ ψυχῆς οὐρανία λογική τε καὶ ἀθάνατος παρὰ τοὐ παμβασιλέως τῶν ὅλων θεοῦ, διανοίας ὄμμασι κεκαθαρμένοις θεωρητική;