Ancient Greek
13.1 to 13.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.1-3-2
Not analysed yet
Καὶ περὶ τῶν σχημάτων ὅπως φαντάζονται αὐτοὶ μεμηνύκασιν, ἀφ’ ὧν καὶ τὰ ἀγάλματα οὕτω καθιδρύθη. λέγει γοῦν ὁ Σάραπις ἰδὼν τὸν Πάνα περὶ ἑαυτοῦ φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή· ἦλθε γὰρ, ἠντεβόλησε θεὸς μέγας· εἶδεν ἐμεῖο κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον, βόστρυχον ἐκ κεφαλῆς νεάτης χαροποῖσι μετώποις ἀμφὶς ἰαινόμενον πλοχμοῖς θ’ ἱεροῖσι γενείου.’’ “Καὶ ὁ Πὰν περὶ ἑαυτοῦ ὕμνον ἐδίδαξεν ἔχοντα οὕτως εὔχομαι βροτὸς γεγὼς Πανὶ συμφύτῳ θεῷ, δισσοκέρατι, δισσόποδι, τραγοσκελεῖ, τρυφῶντι. καὶ τὰ ἀκόλουθα.