Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 13
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 13.3
Not analysed yet
καὶ ἡ Ἑκάτη δὲ περὶ ἑαυτῆς οὕτω φησὶν ἤδη μοι σύ γε πάντα ποίει · ξοάνῳ δ’ ἄρ’ ἐν αὐτῷ μορφή μοι πέλεται Δημήτερος ἀγλαοκάρπου, εἵμασι παλλεύκοις ,περὶ ποσσὶ δὲ χρυσοπέδιλος · ἀμφὶ δέ τοι ζώνῃ δολιχοὶ δράκοντες, δράκοντες, ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες ,ἄνωθεν αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους, σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον. 4. ὕλη δὲ, φησὶν) ἢ Παρίοιο λίθου, ἢ εὐξέστου ἐλέφαντος.”