Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 14.1-3
Not analysed yet
Ἐμφαίνουσι δὲ πολλαχοῦ οἶ θεοὶ ἅπερ λέγουσι προσημαίνοντες, τῷ ἑκάστου γινώσκειν τὴν τῆς γενέσεως σύστασιν, εἶναι αὐτοὺς ,εἰ χρὴ οὕτω φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους. καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν ‘‘κλῄζειν Ἑρμείην ἠδ’ Ἠέλιον κατὰ ταὐτὰ, ἡμέρῃ Ἠελίου ,Μήνην δ’ ὅτε τῆσδε παρείη, ἠδὲ Κρόνον καὶ Ρέαν ἠδ᾿ ἑξείης Ἀφροδίτην κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ᾿ ἄριστος τῆς ἑπταφθόγγου βασιλεὺς, ὃν πάντες ἴσασιν· Ὀστάνην λέγεις εἰπόντων ἐπήγαγεν καὶ σφόδρα καὶ καθ᾿ ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν.”