Ancient Greek
20.1 to 20.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.1-2-2
Not analysed yet
"Ἐπεἰ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακειδας c διηγήματος. οὔτοι γάρ ποθ’ ὡρμημένοι κατὰτὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἀποτεθνήκει ἐν τῇ εἰσβολῇ ,ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ · ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. σὺ δ’ αὐτῷ λέγεις νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων, καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν καὶ μάχῃ τελευτᾷ. τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος · σὺ δ’ αὐτῷ παρεγγυᾷς ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὃς, ἀλλὰ κἀκεῖνός σοι, ἔφη, πεισθεὶς ἀπέθανεν ἐν τῇ εἰσβολῇ.