Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2
Not analysed yet
ὅτι δὲ μὴ μῦθοι ταῦτα καὶ ποιητῶν ἀναπλάσματα λανθάνουσάν τινα ἐν ὑπονοίαις ἔχοντα θεωρίαν τυγχάνει, σοφῶν δὲ καὶ παλαιῶν ,ὡς ἂν αὐτοὶ φαῖεν ,θεολόγων ἀληθεῖς μαρτυρίαι, τὰ καὶ ποιητῶν ἁπάντων καὶ λογογράφων πρεσβύτερα περιέχουσαι, τό τε πιστὸν τῶν λόγων ἐπαγόμεναι ἀπὸ τῆς εἰσέτι δεῦρο ἐν ταῖς κατὰ Φοινίκην πόλεσί τε καὶ κώμαις κρατούσης τῶν θεῶν προσηγορίας τε καὶ ἱστορίας, τῶν τε παρ’ ἑκάστοις ἐπιτελουμένων μυστηρίων, δῆλον ἂν εἴη ἀπό τε τῆς τῶν λοιπῶν συγγραφέων καὶ δὴ καὶ τῶν νομιφομένων θεολόγων ὁμολογίας ,δι’ ἧς ἐμαρτύρησαν τοὺς παλαιοὺς καὶ πρώτους τὰ περὶ θεῶν συστησαμένους μηδὲν εἰς φυσικὰς ἀναφέρειν τροπολογίας, μηδ’ ἀλληγορεῖν τοὺς περὶ θεῶν μύθους, ἐπὶ μόνης δὲ τῆς λέξεως φυλάττειν τὰς ἱστορίας.