Ancient Greek · ~3 min
3 to 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3-5
Not analysed yet
ταῦτα γὰρ αἶ προπαρατεθεῖσαι τῶν εἰρημένων ἐδήλουν φωναὶ, ὡς μηκέτι χρῆναι τούτων βιαίους ἀνιχνεύειν φυσιολογίας, σαφῆ τὸν ἐξ αὐτῶν ἔλεγχον ἐπιφερομένων τῶν πραγμάτων. Τοιαύτη μὲν οὖν ἡ Φοινίκων θεολογία. ὥρα δὲ μεταβάντας καὶ τὰ Αἰγυπτίων ἐπιθεωρῆσαι, εἰς τὸ κατανοῆσαι ἀκριβῶς καὶ συνιδεῖν ἐξητασμένως εἰ μὴ κεκριμένη καὶ εὔλογος συνέστηκεν ἡμῖν ἡ ἐξ αὐτῶν ἀναχώρησις, οὐδ’ ἄλλως ἢ διὰ μόνης τῆς εὐαγγελικὴς ἀποδείξεως ,πρώτιστα πάντων αὐτοῖς Αἰγυπτίοις, εἶτα δὲ καὶ τοῖς τὰ ἴσα φρονοῦσιν αὐτοῖς κατορθουμένη. πᾶσαν μὲν οὑν τὴν Αἰγυπτιακὴν ἱστορίαν εἰς πλάτος τῆς Ἑλλήνων μετείληφε φωνῆς ἰδίως τε τὰ περὶ τῆς κατ’ αὐτοὺς θεολογίας Μανεθῶς ὁ Αἰγύπτιος ἔν τε ᾗ ἔγραψεν ἱερᾷ βίβλῳ καὶ ἐν ἑτέροις αὐτοῦ συγγράμμασι.