Ancient Greek · ~8 min
2.18 to 2.24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.18-24
Not analysed yet
τὴν δὲ Ἥραν ξηλοτυποῦσαν ὑποῦσαν παρακατασχεῖν μὲν τῆς Ἀλκμήνης τὰς ὠδῖνας ,τὸν δὲ Εὐρυσθέα πρὸ τοῦ καθήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν, τοῦ Δῖός προαγορεύσαντος τὸν τεχθησόμενον κατ’ ἐκείνην τὴν ἡμέραν βασιλεῦσαι τοῦ Περσειδῶν γένους. τεκοῦσα δὲ ἡ Ἀλκμήνη ἐξέθηκεν, ὥς φασι, τὸ βρέφος, φόβῳ τῆς Ἥρας. τὴν δὲ Ἀθηνᾶν ἀγασθεῖσαν τὸ βρέφος πεῖσαι τὴν Ἥραν ὑποσχεῖν αὐτῷ τὴν θηλήν. τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλὴν ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα αὐτὸ τὴν μητέρα τρέφειν παρεκελεύ- σατο.’’ ‟Μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα θλίψας ἀπέπνιξε τοὺς δράκοντας. ἀνδρὶ δὲ γενομένῳ τῷ Ἡρακλεῖ Εὐρυσθεὺς ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας προστάττει ἄθλους ἐκτελέσαι δώδεκα. εἰς πολλὴν δὲ ἀμηχανίαν ἐμπεσόντος αὐτοῦ Ἥρα μὲν ἔπεμψεν αὐτῷ λύσσαν, ὁ δὲ τῇ ψυχῇ δυσφορῶν εἰς μανίαν ἐνέπεσε· τοῦ πάθους δὲ αὐξομένου τῶν φρενῶν ἐκτὸς γενόμενος τὸν ἑταῖρον καὶ ἀδελφιδοῦν Ἱόλαον ἐπεβάλλετο κτείνειν, τοῦ δὲ φεύγοντος, τοὺς ἰδίους παῖδας ἐκ Μεγάρας τῆς Κρέοντος τοῦ βασιλέως θυγατρὸς γενομένους αὐτῷ κατετόξευσεν ὡς πολεμίους. καὶ μετὰ ταῦτα ἠρέμα καταστὰς ὑπουργεῖ τῷ Εὐρυσθεῖ τοὺς δώδεκα ἄθλους. ἀναιρεῖ δὲ καὶ τοὺς Κενταύρους ,μεθ’ ὧν καὶ Χείρωνα τὸν ἐπὶ τῇ ἰατρικὴ βοώμενον. "‟Φᾶσί δὲ ἴδιόν τι συμβῆναι κατὰ τὴν γένεσιν τοῦδε τοῦ θεοῦ. Ζεὺς γὰρ πρώτη μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δὲ Ἀλκμήνῃ τῇ τοὐ Ἡρακλέους μητρί. ταύτην δὲ ἀπὸ Νιόβης ἑκκαιδεκάτην γενεαλογοῦσιν. ἐν ταύτῃ δὲ τὴν πρὸς τὰς θνητὰς ὁμιλίαν κατέλυσεν. "‟Ἀλλὰ γὰρ τελέσας τοὺς ἄθλους ὁ Ἡρακλῆς τὴν μὲν ἑαυτοῦ γυναῖκα Μεγάραν συνῴκισεν Ἰόλα τῷ ἀδελφιδῷ διὰ τὴν περὶ τὰ τέκνα συμφοράν· αὐτὸς δὲ Ἰόλην τὴν Εὐρύτου πρὸς γάμον αἰτήσας, μὴ δόντος δὲ τοῦ πατρὸς νοσήσας, χρησμὸν λαμβάνει ἀπολυθήσεσθαι τῆς νόσου, εἰ πρότερον πραθεὶς δουλεύσειεν.