Ancient Greek · ~3 min
2.25 to 2.27
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.25-27
Not analysed yet
πλεύσας οὖν εἰς τὴν Φρυγίαν ὑπό τινος τῶν φίλων πιπράσκεται, καὶ δοῦλος γίνεται Ὀμφάλης βασιλευούσης τῶν τότε Μαιόνων, νυνὶ δὲ Λυδῶν ὀνομαζομένων. γίνεται δὲ αὐτῷ κατὰ τὸν τῆς δουλείας καιρὸν ἐκ δούλης υἱὸς Κλεόλαος. γήμας δὲ τὴν Ὀμφάλην ποιεῖται καὶ ἐξ αὐτῆς παῖδα. ‟Ἐπανιὼν δὲ εἰς τὴν Ἀρκαδίαν ,καὶ καταλύσας παρ’ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρα μιγεὶς, καὶ ποιήσας αὐτὴν ἔγκυον, ἐπανῆλθε. "‟Καὶ μετὰ ταῦτα πάλιν ἔγημε Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη τοῦ Μελεάγρου. “Λαβὼν δὲ αἰχμάλωτον τὴν Φυλέως θυγατέρα ἐπεμίγη αὐυῇ καὶ ἐτέκνωσε Τληπόλεμον. δειπνῶν δὲ παρ’ Οἰνεῖ τὸν διακονοῦντα περί τι διαμαρτήσαντα κονδύλῳ πατάξας ἀπέκτεινεν.