Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.3-2
Not analysed yet
καὶ σὺ ἔφης, οὐ κατὰ γῆν λέγω στενύγρην ,ἀλλὰ κατὰ τὴν εὐρυγάστορα, ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν ,κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐμποιήσας ὅτι κατὰ γῆν εἰσίοι, καὶ μέσον στρατοπεδεύεται Ναυάτου καὶ Τυπαίου · καὶ διακοντίζει Κάρνον νον ἱππότην φυλάνδρου τὸν Αἰτωλὸν, εὑ, ἐμοὶ δοκεῖ ,ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία καὶ ἀπέθανεν Ἀριστόδημος ,πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ, καὶ ἤκου- σεν ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου ,καὶ τὸ ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν.