Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.3
Not analysed yet
ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς ἔσται ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τοὐτοις πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοι. εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν τῆς ἀνθρωποθυσίας τρόπον ,ὀρθότατα δ’ ὑπὸ τῶν παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν, ὅτι μηδεὶς ὁμοίως τοῖς πατράσιν εὐσεβεῖ.