Ancient Greek
23.4 to 23.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 23.4-2-7
Not analysed yet
Ἀλλὰ γὰρ τούτων ὧδε ἐληλεγμένων ὥρα συνιδεῖν αὖθις ἄνωθεν ὅπως τοὺς παλαιτάτους χρησμοὺς τοὺς ἐν Δελφοῖς ὁ αὐτὸς ἀπελέγχει ,τοὺς δὴ μάλιστα ἐν ταῖς Ἑλληνικαῖς ἱστορίαις θαυμαζομένους. ‘Πολὺς ἦν ὁ Περσῶν στρατὸς ὡπλισμένος κατὰ Ἀθηναίων, οὐδ’ ἦν τις αὐτοῖς ἄλλη σωτηρίας ἐλπὶς ἢ μόνος ὁ θεός· οἳ δὴ τοῦτον ὅστις ἦν οὐκ εἰδότες τὸν πάτριον ἀρωγὸν ἐπεκαλοῦντο· ὁ ἐν Δελφῖς Ἀπόλλων οὗτος ἦν. τί οὖν ὁ θαυμαστὸς οὑτος; ; ἀρά γε τῶν οἰκείων ὑπερεμάχει ; ἆρα λοιβῆς καὶ κνίσης ἐμέμνητο καὶ ὧν αὐτῷ συνήθως ἐτέλουν τὰς ἑκατόμβας ἐπιθύοντες; οὐμενοῦν. ἀλλὰ τί φησιν; φεύγειν, καὶ φεύγειν ξύλινον τεῖχος παρασκευασαμένους, οὕτω τὸ ναυτικὸν δηλῶν, δι’ οὗ μόνου φησὶν αὐτοὺς σωθήσεσθαι τῆς πόλεως ἐμπρησθείσης. ὢ μεγάλης θεοῦ βοηθείας. εἶτα πολιορκίαν οὐ μόνον τῶν ἄλλων κατὰ τὴν πόλιν οἰκοδομημάτων, ἀλλὰ καὶ αὐτῶν τῶν τοῖς θεοῖς ἀφιερωμένων προλέγειν δῆθεν προσποιεῖται. τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἠν.” Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις