Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.1
Not analysed yet
“Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν, ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν τὰ πρὸς Ἀθηναίους. καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους ὢ μέλεοι, τί κάθησθε; πόλιν φύγετ’ ἔσχατα γαίης· οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος οὔτε τὸ σῶμα, οὐ χέρες, οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρείψει πῦρ τε καὶ ὀξὺς Ἄρης, συριηγενὲς ἅρμα διώκων· πολλὰ δὲ τῇδ’ ἀπολεῖ πυργώματα καὶ κατερείψει ’πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει· οἴ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασιν, δείματι παλλόμενοι.