Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24
Not analysed yet
“Περὶ μεγέθους ἡλίου. Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ κύκλον ἀφ᾿ οὗ τὴν ἐκπνοὴν ἔχει ,καὶ ὑφ᾿ οὖ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς. Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου. Ἡράκλειτος, εὖρος ποδὸς ἀνθρωπείου. Ἐπίκουρος πάλιν φησὶν ἐνδέχεσθαι τὰ προειρημένα πάντα· ἢ τηλικοῦτον ἡλίκος φαίνεται, ἢ μικρῷ μείζω ,ἢ ἐλάττω.”