Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΝΤΕΚΑΙΔΕΚΑΤΟΝ, Chapter 25
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 25
Not analysed yet
“Περὶ σχήματος ἡλίου. Ἀναξιμένης πλατὺν ὡς πέταλον. Ἡράκλειτος, σκαφοειδῆ ,ὑπόκυρτον. Οἱ Στωϊκοὶ σφαιροειδῆ ὡς τὸν κόσμον καὶ τὰ ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.” Τοιοῦτος μὲν αὐτοῖς ὁ μέγας τῶν κατ᾿ οὐρανὸν φαινομένων θεὸς ἥλιος. Μωσης δὲ καὶ τὰ Ἑβραίων λόγια οὐδὲν τούτων περιεργάζονται.