Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.2
Not analysed yet
ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον ’ἦπού τι μαντικὸν ἔνεστι; σὺ γὰρ οὕτως ἐθάρρεις αὐτῷ νὴ Δία, φαίη τις ἄν. εἰ δὲ προσθείης ἃ δεομένων βοη- θεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. ἰδοὺ δὴ προσ- κείσθω, οὐ δύναται Πάλλας Δί’ Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις . . . . . . σοὶ δὲ τόδ’ αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας· τῶν ἄλλων γὰρ ἁλισκομένων . . . . . τεῖχος Τριτογενεῖ ξύλινον διδιοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν, τὸ σὲ τέκνα τ’ ὀνήσει· μηδὲ σύ γ’ ἱπποσύνην τε μένειν καὶ πεξὸν ἰόντα, νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται. ὠ θείη Σαλαμὶς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος, ἢ συνιούσης.