Ancient Greek · ~2 min
24.10 to 24.11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.10-11
Not analysed yet
ὅτι δὲ ναυσὶν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικὸν καὶ ἐπὶ θαλάσσης κατοικοῦντας μὴ οὐ πασσυδὶ σκευωρησαμένους καὶ τροφὰς ὅσας εἶχον συνεμβαλλομένους σώζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν. ”Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους· ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους. ἤτοι γὰρ πᾶσα, φησὶν, ἡ πόλις πολιορκηθήσεται, ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. τοῦτο δ’ ἐξ ἃπαντος εἰκὸς ἦν παντί τῳ στοχάζεσθαι ,τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι.