Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.12
Not analysed yet
ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάν- τευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον καὶ σωτῆρα τῶν Ἑλλἠνων ἐν καιρῷ παραφαίνεσθαι ,καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἓλλησιν ὡς ἂν οἰκείοις φί- λοις προξενεῖν· εἰ δὲ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτοὺς, μηδ’ ἁλῶναι παρέχειν. ὁ δὲ οὐδὲ τοῦτο ,ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περισττήσεται γινώσκει. διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος ἄκουε