Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.9
Not analysed yet
ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν ,ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ ,καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο ,ἐπεὶ καὶ ὁ ἂμαντις αὐτὸς ἐγὼ τοῦτ’ αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἂν, οὐ μόνον τὸν Λυδὸν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα. ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται.