Ancient Greek · ~3 min
25.1 to 25.3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 25.1-3
Not analysed yet
“‘Αλλ’ οὐ δεῖ Λακεδαιμονίοις ,φήσεις, ταὐτὸν παραινεῖν. ἀληθῆ λέγεις. οὐ γὰρ ἠπίστασο, ὦ σοφιστὰ, οἷ χωρήσει τὰ τῆς Σπάρτης ὥσπερ τὰ τῆς Ἀττικῆς. ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύσῃς αὐ- τοὺς φεύγειν, κἄπειτα οἱ μὲν φεύγοιεν, οἶ δὲ μὴ ἐπέλθοιεν. ἐπεὶ οὑν ἔδει τι λέγειν ,οὕτως εἶπας τοῖς Λακεδαιμονίοις ὑμὶν, ὢ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἤ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσείδῃσι πέρσεται, ἡ τὸ μὲν οὐχὶ, ἀφ’ Ἡρακλέος δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος. πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. ἀλλ’ ἐῶμεν αὐτὸν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ ἐπισκοπῶμεν.