Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.8
Not analysed yet
τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπρα- ξαν ἄν τι πάντως οἶ τοσοῦτοι. ἀλλ’ ἐγὼ ,φησὶν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. συμβούλευμα σύ γε, ἀλλ’ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ. φεύγειν, μηδὲ μένειν, μηδ’ αἰδεῖσθαι κακὸς εἶναι.