Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 25
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 25.4
Not analysed yet
εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ, σὺ δ’ αὐτοῖς καὶ τόν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. καὶ σὲ μὲν ἐκεῖνοι πιστὸν, σὺ δ’ αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι, καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δέλφικά καὶ Δωδωναῖα σοφιστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ τὰ ὀρνιθομαντεῖα καὶ ἀλευρομαντεῖα καὶ τοὺς ἐγγαστρι- μύθους.