Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.11-2
Not analysed yet
Ταῦτα μὲν οὖν ὁ δηλωθεὶς συγγραφεύς. καὶ ὁ Πλούταρχος δὲ ἐν τῷ Περὶ τῶν κατὰ τὴν ᾿Ισιν αὐτοῦ συγγράμματι τάδε γράφει κατὰ λέξιν ‟Ἀπ’ ἄλλης δὲ ἀρχῆς τῶν φιλοσοφώτερόν τι λέγειν δοκούντων τοὺς ἁπλουστάτους σκεψώμεθα πρῶτον. οὗτοι δ’ εἰσὶν οἱ λέγοντες, ὥσπερ Ἕλληνες Κρόνον ἀλληγοροῦσι τὸν χρόνον, Ἥραν δὲ τὸν ἀέρα, γένεσιν δὲ Ἡφαίστου τὴν εἰς τὸ πῦρ ἀέρος μεταβολὴν, οὕτω παρ’ Αἰγυπτίοις Νεῖλον εἶναι τὸν Ὄσιριν, Ἴσιδι συνόντα τῇ γῇ, Τυφῶνα δὲ τὴν θάλασσαν, εἰς ἣν ὁ Νεῖλος ἐμπίπτων ἀφανίζεται.”