Ancient Greek · ~7 min
3.12 to 3.18
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.12-2-18
Not analysed yet
Ταῦτα καὶ τὰ τοιαῦτα εἰπὼν πάλιν εἰς δαίμονας ἀναφέρει τοὺς περὶ τῶν δηλουμένων θεῶν μύθους, καὶ πάλιν ἄλλως ἀποδίδωσι, καὶ αὖθις ἑτέρως ἀλληγορῶν. ἦν δ’ ἂν κατὰ λόγον πυθέσθαι ὁποτέρων θεῶν τὰ ξόανα τὰς ἐντετυπωμένας μορφὰς σώζειν φήσουσιν. πότερα δαιμόνων ; ἀλλὰ πυρὸς καὶ ἀέρος καὶ γῆς καὶ ὕδατος ,ἢ ἀνδρῶν καὶ γυναικῶν εἰκόνας, καὶ ζῴων ἀλόγων καὶ θηρίων σχήματα; ἐπεὶ γὰρ καὶ πρὸς αὐτῶν συγκεχώρηται ὁμωνύμως ἡλίῳ καὶ τοῖς καθόλου στοιχείοις θνητούς τινας ἄνδρας γεγονέναι, καὶ τούτους θεοὺς ἀνηγορεῦσθαι, τίνων εἰκὸς ἂν εἴη μορφὰς καὶ εἰκόνας λέγειν τὰς έν τοῖς ἀψύχοις ξοάνοις γλυφάς; πότερον τῶν καθόλου στοιχείων, ἢ, ὅπερ καὶ τὸ ἐναργὲς τῆς ὄψεως ἐπιδείκνυσι, τῶν ἐν νεκροῖς κειμένων θνητῶν; ἀλλ’ εἰ καὶ αὐτοὶ μὴ λέγοιεν ,ὅ γέ τοι ἀληθὴς λόγος βοᾷ καὶ κέκραγε, μονονουχὶ φωνὴν ἀφιεὶς, θνητοὺς ἄνδρας μαρτυρῶν γεγονέναι τοὺς δηλουμένους. ὁ δὲ Πλούταρχος καὶ τῶν σωμάτων αὐτῶν ἐκ περιουσίας ’τον ποῖον ὑπογράφει του σχήματος χαρακτῆρα, έν τοῖς Περὶ τῆς Ἴσιδος καὶ τῶν Αἰγυπτίων θεῶν ὧδέ πως λέγων ‟Ἱστοροῦσι γὰρ Αἰγύπτιοι τὸν μὲν ῾Ερμῆν τῷ σώματι γενέσθαι γαλιάγκωνα, τὸν δὲ Τυφῶνα τῇ χροιᾷ πυρρὸν, λευκὸν δὲ τὸν Ἄρην, καὶ μελάγχρουν τὸν Ὄσιριν, ὡς τῇ φύσει γεγονότας ἀνθρώπους.” Ταῦτα καὶ ὁ Πλούταρχος. νεκρῶν ἄρα ἡ πᾶσα αὐτῶν θεοποιία καθέστηκε· πέπλασται δ’ αὐτοῖς τὰ τῆς φυσιολογίας. τί γὰρ ἐχρῆν ἀνδρῶν καὶ γυναικῶν σχήματα ζωοπλαστεῖν, παρὸν καὶ δίχα τούτων ἥλιον σέβειν καὶ σελήνην, καὶ τὰ λοιπὰ τοῦ κόσμου στοιχεῖα; ποτέροις δὲ τούτων καὶ ἐκ τίνων ἀρξάμενοι τὰς τοιάσδε προσηγορίας ἐπεφήμισαν ; οἷον, λέγω τὸν Ἥφαιστον καὶ τὴν Ἀθηνᾶν, Δία τε καὶ Ποσειδῶνα καὶ Ἥραν. ἆρα γὰρ ταῦτα τῶν καθόλου στοιχείων πρότερον ὄντα ὀνόματα δεύτερον αὐτὰ τοῖς θνητοῖς ὁμωνύμως τοῖς οὐρανίοις ἐπιτεθείκασιν, ἢ τοὔμπαλιν ἐκ τῆς παρ’ ἀνθρώποις ἐπικλήσεως τὴν μεταφορὰν ἐπὶ τὰς οὐσίας πεποίηνται;