Ancient Greek · ~3 min
3.19 to 3.21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.19-21
Not analysed yet
καὶ τί χρὴ θνηταῖς προσηγορίαις τὰς καθόλου φύσεις ἐπιφημίζειν ; τὰ δὲ καθ᾿ ἕκαστον θεὸν μυστήρια, οἵ τε ὕμνοι καὶ αἷ ᾠδαὶ καὶ τῶν τελετῶν τὰ ἀπόρρητα ,πότερον τῶν καθόλου στοιχείων ,ἢ τῶν πάλαι θνητῶν ἀνδρῶν τῶν τοῖς θεοῖς ὁμωνύμων ἐπάγονται τὰ σύμβολα; ἀλλὰ γὰρ πλάνας καὶ μέθας καὶ ἔρωτας φθοράς τε γυναικῶν καὶ ἀνδρῶν ἐπιβουλὰς καὶ μυρία ἄττα, θνητὰ ὡς ἀληθῶς καὶ αἰσχρὰ καὶ ἄσεμνα ,πῶς ἄν τις ἀναθείη τοῖς καθόλου στοιχείοις, αὐτόθεν τὸ θνητὸν καὶ ἀνθρωποπαθὲς ἐπενηνεγμένα; ὥστε ἐκ τούτ’ ὢν ἁπάντων ἁλίσκεσθαι τὴν θαυμαστὴν ταύτην καὶ γενναίαν φυσιολογίαν κατ’ οὐδὲν ἀληθείας ἡμμένην, οὐδέ τι θεῖον ἀληθῶς ἐπαγομένην, βεβιασμένην δὲ καὶ διεφευσμένην ἔχουσαν τὴν ἔξωθεν σεμνολογίαν. ἄκουε δ’ οὖν οἷα καὶ ὁ Πορφύριος ἐν τῇ πρὸς Ἀνεβὼ τὸν Αἶγ’ πτιον ἐπιστολῇ περὶ τῶν αὐτῶν ἱστορεῖ