Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.1-3
Not analysed yet
‟Χαιρήμων μὲν γὰρ καὶ οἶ ἄλλοι οὐδ’ ἄλλο τι πρὸ τῶν ὁρωμένων κόσμων ἡγοῦνται ,ἐν ἀρχῆς λόγῳ τιθέμενοι τοὺς Αἰγυπτίων, οὐδ’ ἄλλους θεοὺς πλὴν τῶν πλανητῶν λεγομένων, καὶ τῶν συμπληρούντων τὸν ζωδιακὸν, καὶ ὅσοι τούτοις παρανατέλλουσι· τάς τε εἰς τοὺς δεκανοὺς τομὰς, καὶ τοὺς ὡροσκόπους ,καὶ τοὺς λεγομένους κραταιοὺς ἡγεμόνας, ὧν καὶ τὰ ὀνόματα ἐν τοῖς ἀλμενιχιακοῖς φέρεται, καὶ θεραπεῖαι παθῶν, καὶ ἀνατολαὶ, καὶ δύσεις, καὶ μελλόντων σημειώσεις.