Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.5-3
Not analysed yet
εἰ δὲ δὴ τῶν Μοιρῶν μόνος ὁ ἐπὶ πάντων ἐπιστατεῖ θεὸς, καὶ μόνος καὶ τούτων ὑπάρχει κύριος, ταῖσι γὰρ Οὐρανίδαο φησὶ) Δῖός κατένευσε κάρηνον, ὅττι κε δινήσωσι μένειν ἀσάλευτον ἀτράκτοις, τί δὴ οὐχὶ πάντα ὑπερθέμενος τὸν παμβασιλέα καὶ τῆς εἱμαρμένης δεσπότην μόνον θεὸν εἶναι ὁμολογεῖς, καὶ μόνον ἀγαθῶν δοτῆρα καὶ σωτῆρα; ὅτι δὴ μόνῳ αὐτῷ καὶ ἃ φῄς Μοιράων ἀμετάτροπα δήνεα τρέπειν καὶ μεταλλάττειν ῥᾴδιον· ὡς μήτ’ ἀνάγκῃ μήτε εἱμαρμένῃ τὸν τῷ παμβασιλεῖ θεῷ καθωσιωμένον καὶ μόνον αὐτὸν εὐσεβοῦντα δουλεύειν, οἷα δὲ ἐλεύθερον καὶ παντὸς ἀφειμένον δεσμοῦ ταῖς ἐνθέοις καὶ σωτηριώδεσιν οἰκονομίαις ἀκωλύτως ἐφέπεσθαι. ἀλλ’ ὁ μὲν ἀληθὴς τοιαῦτα προφαίνει λόγος, ὁ δ’ ἔμπαλιν ὅρα διὰ τίνων φησὶ τὰ τῆς εἱμαρμένης λύεσθαι.